# Fragmenta 347.2

Clearchus, Fragmenta, 347.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/347.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/347.2

Ἀβρότονον Ὠρήσαο γυνὴ γένος· ἀλλὰ τεκῆσθαι τὸν μέγαν Ἕλλησιν σφίμ Θεμιστοκλέα. ἐγένετο, ἀλλ' οὐδ' ὕστερον. Αὐτὴ γὰρ ἡ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρα μὲν γὰρ τῷ Ἀθηνάϊω, τῷ προσκυνήσαντι βασιλέα, καὶ μάλιστα τιμηθέντι, τοῦτο οὐχ ὑπῆρξε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτω τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλχίδα δὲ τῷ Λάκωνι τὸν αὐτοῦ στέφανον εἰς μύρον βάψας ἐπεψε. Τῷ δ' Ἐντίμω τοιαῦτα πολλὰ ἐποίει, καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. Ἐφ' ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον, ὡς τῆς τε τιμῆς δημευομένης, καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένην. Ἐπεψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα, καὶ στρωμνὴν, καὶ σκηνὴν οὐρανόφορον ἄνθινην, καὶ θρόνον ἀργυροῦν, καὶ ἐπίχρυσον σκιάδιον, καὶ φιάλας λιθοκαλλήτους χρυσᾶς, καὶ ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν, καὶ κρατήρας ἀργυροῦς, καὶ παιδίσκας ἑκατὸν, καὶ παῖδας ἑκατὸν, χρυσούς τε ἐξασχιλίους, χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθ' ἡμέραν διδομένων.

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
