# Fragmenta 446.30

Clearchus, Fragmenta, 446.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/446.30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/446.30

ριάδας ἀρουρῶν σχεδὸν τῆς ἀρίστης καὶ παμφυρωτάτης πεμπόντων ἡμᾶς ἱππέων Ἰουδαῖον, ὄνομα Μωσόλλᾶμος, ἄνθρωπος ἰκανὸς κατὰ ψυχὴν, εὐρωστος, καὶ τοξότης ὑπὸ δὴ πάντων ὁμολογούμενος καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἀρίστος. Οὗτος οὖν ὁ ἄνθρωπος, διαδαζίζων πολλῶν κατὰ τὴν ὁδόν, καὶ μάντεώς τινος ὁρνιθευομένου καὶ πάντας ἐπισχεῖν ἀξίουντος, ἠρώτησε διὰ τί προσμένουσι. Δεῖξαιτος δὲ τοῦ μάντεως αὐτῷ τὸν ὄρνιθα καὶ ψήσαντος, ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρειν πᾶσιν, ἐὰν δ’ ἀναστὰς εἰς τοῦμπροσθεν πέτῃται, προάγειν, ἐὰν δὲ εἰς τοῦπίσθεν, ἀναχωρεῖν αὐδὶς, σιωπήσας καὶ παρελκύσας τὸ τόξον ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν. Ἀγανακτούντων δὲ τοῦ μάντεως καὶ τινων ἄλλων καὶ καταρωμένων αὐτῷ, Τί μάντευσε, ἔφη, κακοδαμονεστάτου ὄρνιθα λαβόντες εἰς τὰς χεῖρας; πῶς γὰρ οὕτως τὴν αὐτοῦ σωτηρίαν οὐ προιδὼν, περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἂν τι ὑμεῖς ἀπήγγελεν; εἰ γὰρ ἠδύνατο προγιγνώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε, φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μωσῆλαμος Ἰουδαῖος. » Ἄλλὰ τῶν μὲν Ἑκαταίου μαρτυριῶν ἀλις· τοῖς γὰρ βουλομένοις πλεῖον μαθεῖν τῷ βιβλίῳ βάζόν ἐστιν ἐντυχεῖν. Plurima horum excerpsit Eusebius P. E. p. 408 sq.

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
