# Fragmenta 46.1

Clearchus, Fragmenta, 46.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/46.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/46.1

ἀποδειξαμένου τῶν πρεσβυτέρων τινὸς, ἀχρίτον ἢ μὴν (36) ἀποκτεῖναι τὸν ἄνδρα, παραγρήμια πεισθέντας, οὕτω τὸν Σεροὐλίον ἐπὶ τοῦτο τάττει τὸ ἔργον, νέον ὄντα καὶ κατὰ χεῖρα γενναῖον. Τοῦτον δὲ φασὶ λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης, ἐλθεῖν πρὸς τὸν Μαλλίον πορευόμενον ἐκ τῆς ἀγορᾶς· καὶ προσελθόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγάλου διαλεχθῆναι πρὸς αὐτόν. Κελεύσαντος δὲ τοῦ Μαλλίου μικρὸν ἀποχωρήσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδή μονωθέντα τῆς φυλακῆς ἔλαβεν, γυμνώσαντα τὸ ξίφος βάλλει κατὰ τῆς σφαγῆς. Τοῦτο δὲ πρᾷξαντα δρόμῳ χωρεῖν εἰς τὸ βουλευτήριον, ἐπὶ συγκαθημένων τῶν συνέδρων, ἔχοντα τὸ ξίφος ἠμαγμένον, κεχρωγὸτα πρὸς τοὺς διώκοντας, ὅτι κελευσθεὶς ὑπὸ τῆς βουλῆς ἀνῆρκε τὸν τύραννον. Ἀκούσοντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὠρμηκότας παύειν τε καὶ ψάλλειν αὐτόν, ἀποτραπέσθαι μηδὲν εἰς αὐτὸν παρανοήσαι. Ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἤλθεν ἐπὶ τὸν ἄνδρα· ἄλλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας.

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
