# Fragmenta 560.1

Clearchus, Fragmenta, 560.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clearchus/fragmenta/560.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/clearchus/fragmenta/560.1

ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. Ἀπολομένου δὲ τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννῆφῳ τινὶ τῶν ἐκ Βαβυλῶνος, ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως. Ἐπὶ τούτου τὰ περὶ τὸν ποταμὸν τεῖχη τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνου καὶ ἀσφάλτου κατασκευήθη. Οὕσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἐπτακαιδεκάτῳ ἔτει, προσεἐλκυθὼς Κύρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολλῆς, καὶ καταστρεψάμενος τὴν λοιπὴν Ἀσίαν πᾶσαν, ὤρμησεν ἐπὶ τῆς Βαβυλωνίας. Αἰσθόμενος δὲ Ναδόννηφος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυ-νάμεως καὶ παραταξάμενος, ἧττηθεὶς τῇ μάχῃ καὶ φυγὼν ὀλιγιστὸς, συνεχλεύσθη εἰς τὴν Βοροσπιπηνῶν πόλιν. Κύρος δὲ Βαβυλῶνα καταλαβόμενος, καὶ συντάξας τὰ ἔξω τῆς πόλεως τεῖχη κατασκάφαι, διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φαίνεσθαι τὴν πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορχήσων τὸν Ναβόννηφον. Τοῦ δὲ Ναβοννῆφου οὐχ ὑπομείναντος τὴν πολιορκίαν, ἀλλ' ἐγχειρήσαντος αὐτὸν, πρότερον χρησάμενος Κύρος φιλανθρώπος, καὶ δοὺς σικτητήριον αὐτῷ Καρμανίαν, ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Ναδόννηθος μὲν οὖν τὸ λοιπὸν τοῦ χρόνου διαγενόμενος ἐν ἐκείνῃ τῇ χώρᾳ κατέστρεψε τὸν βίον. »

---

Clearchus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000794.
