# Clementina Epitome Altera Nunc Primum Edita 1

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/1

Γνώριμον ἔστω σοι, κύριέ μου, ὅτι ἐγὼ Κλήμης Ῥωμαίων πολίτης ὢν καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δυνηθεὶς, τῆς ἐννοίας μου ἐκ παιδὸς ἀπασχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς, οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβὼν, περὶ θανάτου πυκνὰς ποιούμενος ὑπομνήσεις, ὅτι ἆρα θανὼν οὐκ εἰμὶ, καὶ οὐδὲ μνήμην τις ποιήσει μου ποτὲ, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος· ἔσομαι δὲ οὐκ ὢν, οὐκ ὄντας εἰδὼς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονὼς, οὐ γινόμενος; καὶ ἄρα πότε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη; ἢ καὶ τάχα ἔσται τι, ὃ νῦν νοῆσαι οὐ δυνατόν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
