# Clementina Epitome Altera Nunc Primum Edita 10

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/10

Ἐπειδὴ δὲ πρὸς τὰ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ ἀκατάπληκτος ὢν λέγειν οὐκ ἀφίστατο. καί ποτέ τις αὐτοῦ ἐπύθετο, διατί κώνωψ ἐγένετο, καὶ βραχύτατον ὂν, ἓξ πόδας ἔχων, ἔχει καὶ πτερὰ, ἐλέφας δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὤν, τέσσαρας μόνον ἔχει πόδας; ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος, τὸν αὐτῷ ἀπ’ ἀρχῆς προκείμενον ἀνελάμβανε λόγον, τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ’ ἑκάστην ἐγκοπήν· ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμαστὰς πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολὴν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρεστώτων πολλοὺς, ὧν ἐγὼ τὰ εἴδη μέμνημαι, ὡς ἐμψύχους εἰκόνας, ἱκανὰς μαρτυρίας· λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν , ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαλήθως ἐπυνθάνεσθε. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν οὐκ ἔστιν εὔκαιρον τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
