# Clementina Epitome Altera Nunc Primum Edita 104

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/104

Καὶ ὁ Νικήτης ἤρξατο λέγειν· τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλοντο, καὶ ἐν σκάφει θέντες καὶ κώπαις ἐλαύνοντες ποτὲ μὲν παρὰ γὴν ἔφερον, ποτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς ἐδειμάτουν, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι τε καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰούστα, ὠνησαμένη, ἡμᾶς τέκνων ἐφύλαττε τόπον καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσε. ἡμεῖς δὲ ἐφ’ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
