# Clementina Epitome Altera Nunc Primum Edita 11

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/11

Ταῦτα αὐτοῦ λέγοντος, ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθεὶς, εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν , ἀλλὰ μετὰ παῤῥησίας ἐβόων λέγων· εὐλόγως ὁ θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο ἀναξίους προϊδὼν, ἐξ ὧν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλὰ ἁπλοῖς καὶ ἀπανοὑργοις λόγοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάντα ὅντινα οὖν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεώς τινος φθονερᾶς παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης, πάρεστε ὑμεῖς πρὸς τὸ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰκῆ φιλόλογοί ἐστε, καὶ οὐκ ἀληθεῖς φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε, οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ’ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει· διὰ τί, ὦ θεὲ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε, τάδε· ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου προαιρέσεις εἰδὼς, ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα. τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διατί ἀπ’ ἀρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι ἐθελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων; ὢ μεγάλης ἀδικίας, μέχρι φόνου κινδυνεύουσιν οἱ κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν. τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ’ ἀρχῆς ἂν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ’ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τῆς τιμῆς ἄξιον λόγον ἀπ’ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἠβουλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἀξίων, οἶς καὶ μετέδωκα, ἀλλὰ ἀπὸ τούτων καὶ τῶν τοιούτων ὡς ὁρᾶτε ἀναξίων τῶν ἐμὲ μισούντων, καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων; καὶ νῦν γε παρέντες γελᾶν τὸν ἄνδρα τοῦτον, ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε, ἢ πυνθανομένου μου ὁ βουλόμενος ἀποκρινάσθω. καὶ μὴ ὡς ἀσελγεῖς κύνες ὑλάσσετε, ψόφῳ ἀτάκτῳ βύοντες τῶν σώζεσθαι θελόντων τὰς ἀκοάς. ὦ ἄδικοι καὶ θεοστυγεῖς καὶ τὸν σώζοντα λογισμὸν εἰς ἀπιστίαν ἀπασχολοῦντες, πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θειότητα τοῦ θεοῦ ἀπαγγελλόμενον εἰπεῖν ὑμῖν ὑβρίζοντες· καὶ ταῦτα ἄνθρωπον, οὗ ἐχρῆν καὶ μηδὲν ἀληθὲς λέγοντος, τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν;

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
