# Clementina Epitome Altera Nunc Primum Edita 13

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/13

Ἐμοῦ μὲν γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος θεοῦ οὓς ἤκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον· αὐτὸς ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξαυτῆς μοι σύμπλευσον· εἰ δὲ οὐ βούλει, τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις, ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῆς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος, καὶ μαθὼν παρ’ αὐτοῦ, ἅπερ ἔλεγεν σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριον τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξαυτῆς ἂν συνέπλεον σοι· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἠγουμένοις, ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
