# Clementina Epitome Altera Nunc Primum Edita 133

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/133

Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος παρεκάλει πάντας, καὶ εὐλογήσαμεν ἅπαντες τὸν θεόν. ὑπεισέδραμεν δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως πρὸς Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας Σίμων ἐξῆλθεν τοῦ ὑποδέξασθαι αὐτούς. ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη τῷ Πέτρῳ· εἴ μοι ἐπιτρέπεις, πορεύσομαι κἀγὼ προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γεγενημένους τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἔφη· ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
