# Clementina Epitome Altera Nunc Primum Edita 14

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/14

Ἡμερῶν δὲ διατρίψας καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθεὶς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπίβαντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου ἔμαθον, ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ φανέντος Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος, ὁ δοκιμώτατος ὑπάρχων μαθητὴς, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν· καὶ ὅμως ἕμαθον, καὶ τῷ πυλῶνι ἐπέστην· οἱ δὲ ἐν τῷ οἴκῳ ἀντέβαλλον, τίς τε ὢν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἅμα τοῦ ἰδεῖν περιεπλάκη μοι πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος λέγων μοι· οὑτός ἐστι Πέτρος, ὃν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως ἔλεγον πάντα τὰ κατὰ σὲ καλὰ ἅμα καὶ τὴν προαίρεσιν ἐξέφηνα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρον σε διᾶ τῶν ἐμῶν προσφέρω χειρῶν· καὶ τοῦτο εἰπὼν προσενέγκας ἔφη· οὑτός ἐστι Κλήμης, Πέτρε.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
