# Clementina Epitome Altera Nunc Primum Edita 142

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/142

Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἀναστὰς ὁ Πέτρος ὀρθριώτερον καὶ προσευξάμενος μετεκαλέσατο τὸν πατέρα ἡμῶν ἅμα καὶ ἡμᾶς λέγων· σήμερον, ὦ ἀδελφοὶ, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ὑπάρχουσιν ὕδατα καθαρά· καὶ μόνον τὸν πατέρα ἡμῶν λαβὼν ἰδίᾳ κατηχήσας τε πολλὰ καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ λαβὼν ἄρτον, εὐχαριστήσας καὶ εὐλογήσας μετέδωκεν αὐτῷ τῶν ἁγίων καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ ἦμεν ὁμοῦ οὖν οἱ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ ἡμέρας καὶ νυκτὸς ἐπὶ τῇ τοῦ πατρὸς ἡμῶν διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννήσει, ἔτι τε καὶ τὸν θεῖον λόγον παρὰ Πέτρον ἀκροώμενοι. καὶ ποιήσαντες ἐπὶ τὸ αὐτὸ χρόνον τινὰ πᾶσι κατάδηλα γέγονε τὰ καθ’ ἡμᾶς καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασιν διαπαντός· καὶ ἐθαύμαζον πάντες ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν [ἐμεγάλυνον] τῶν μακρῷ χρόνῳ ἀπ’ ἀλλήλων χωρισθέντων καὶ τεθνάναι νομισθέντων.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
