# Clementina Epitome Altera Nunc Primum Edita 15

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/15

Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησε, καὶ καθεσθῆναι με ποιήσας ἐξάυτῆς ἔφη· καλῶς ἐποίησας τὸν τῇς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντος θεοῦ μεγαλοφρόνως, οὐκ αἰδεσθεὶς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν ὄντα ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλων μοι τὸ σὺν ἦθος· πάντα γὰρ τὰ κατὰ σε ὁ ἀψευδὴς ἀπήγγειλε Βαρνάβας, σχεδὸν καθ’ ἡμέραν τὴν ἀγαθήν σου ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ φίλῳ τὸ προκείμενον ἐρῶ· εἰ μή σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι, μέλλω μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει, λέγε.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
