# Clementina Epitome Altera Nunc Primum Edita 161

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/161

Τρίτος γὰρ ἀπὸ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων τῆς Ῥωμαίων ἐκκλησίας ἀριθμούμενος πρόεδρος, τὴν τοῦ διδασκάλου ἐπιστήμην ἀκριβωσάμενος, καὶ τοῖς αὐτοῦ ἴχνεσιν ἀπαρατρέπτως ἑπόμενος, πεπληρωμένος τε θείας σοφίας καὶ χάριτος οὕτω τοῖς τρόποις ἐκεκόσμητο καὶ διέλαμπεν, ὥστε πᾶσι πάντα γενόμενος τοῦ σώζεσθαι πάντας ἕνεκα, Ἰουδαίοις τε καὶ Ἕλλησι, καὶ τοῖς Χριστιανῶν λαοῖς πᾶσιν εὐαρεστεῖν, ὑπὸ πάντων τε ἀγαπώμενος πάντας τῇ εἰς Χριστὸν ἀγάπῃ συνδεῖν ἐποιεῖτο σπουδὴν. ἠγάπων μὲν γὰρ αὐτὸν οἱ Ἕλληνες, ἐπειδὴ οὐδὲ λυττόμενος, ἀλλ’ ἀπολογούμενος ἐκ τῶν παρ’ αὐτοῖς βίβλων τε καὶ τελετῶν ἀπεδείκνυεν, ποῦ τε γεγένηνται καὶ πόθεν ὥρμηντο οἱ παρ’ αὐτοῖς νομιζόμενοι καὶ λατρευόμενοι θεοί, ἅ τε πεπράχασιν, πῶς τε αὖθις κατέληξαν, φανωτάταις ἀποδείξεσιν παρίστη· αὐτούς τε τοὺς Ἕλληνας ἐδίδασκεν συγχωρήσεως παρὰ τοῦ θεοῦ τυχεῖν, εἴπερ τῆς ἐκείνων λατρείας ἀπόσχοιντο.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
