# Clementina Epitome Altera Nunc Primum Edita 167

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/167

Ἡνίκα δὲ τοῦτο ἡ Θεοδῶρα ἤκουσεν παρὰ τοῦ παιδὸς, ἕστησεν ἑαυτὴν εἰς εὐχὴν καὶ μετὰ δακρύων ἐδέετο τοῦ θεοῦ, ἵνα ὁ ἀνὴρ αὐτῆς ἐκεῖθεν ἐξελθεῖν δυνηθῇ. καὶ στραφεῖσα πρὸς τοὺς παῖδας τοὺς συνόντας αὐτῷ εἶπεν· ἀπέλθετε καὶ χειραγωγήσαντες τὸν κύριον ὑμῶν ἀπαγάγετε εἰς τὸν οἶκον· ἐγὼ γὰρ τὴν εὐχὴν, ἣν ἠρξάμην, οὐ μὴ καταλείπω, ἀλλὰ προσφέρω τὴν θυσίαν μου τῷ κυρίῳ καὶ πληρωθέντων τῶν μυστηρίων καταφθάνω ὑμᾶς. τότε τοίνυν ἀπῆλθον οἱ παῖδες χειραγωγοῦντες αὐτὸν εἰς τὸν οἶκον, καὶ ὑποστρέψαντες πρὸς τὴν κυρίαν αὐτῶν ἀπήγγειλαν, τυφλὸν καὶ κωφὸν αὐτὸν εἰστέτι διαμένειν. ἡ δὲ Θεοδῶρα ἐπὶ πλεῖον τῷ θεῷ δεήσεις καὶ δάκρυα ἐξέχεεν, ὅπως τὸν ἄνδρα αὐτῆς τὸ ἔλεος αὐτοῦ ἀντιλήψηται. καὶ δὴ τῆς ἀπολύσεως γενομένης προσέπεσεν τῷ μακαρίῳ Κλήμεντι Θεοδῶρα λέγουσα πάντα τὰ συμβάντα τῷ ἀνδρὶ αὐτῆς, καὶ ὅτι τυφλός ἐστιν τοῖς ὀφθαλμοῖς καὶ κωφὸς τοῖς ὠσίν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
