# Clementina Epitome Altera Nunc Primum Edita 17

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/17

Ἡ τοῦ θεοῦ βουλὴ ἐν ἀδῆλῳ γέγονε κατὰ πολλοὺς τρόπους τοῖς ἀνθρώποις. τὰ μὲν πρῶτα διὰ τὸ κρατηθῆναι αὐτοὺς εὶσαγωγῇ κακῇ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ· καὶ διὰ ταῦτα πλάνη, ἔπειτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος εἰς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις, οὐκ εἴασεν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργήσαντα νοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὰ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλήσασθαι φιλαλήθει λογισμῷ παρὰ τοῦ μόνου ἀγαθοῦ κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαβεῖν, ἳνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ προσιὼν ἀνοίξαι θύραν δυνηθῆ. ὥστε τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνόν. ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν, τὸν πρὸ τῶν αἰώνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα, καὶ εἰς τὸ πνεῦμα τὸ πανάγιον, τὸ ἐξ αὐτοῦ ἀῤῥήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αἰώνιον, αΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἁπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερίληπτον, ἀκατάληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτισμάτων δημιουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν, καὶ οὕτως ἀναγεννηθέντες δ’ ὕδατος καὶ πνεύματος, συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
