# Clementina Epitome Altera Nunc Primum Edita 174

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/174

Εὐχαριστῶ τῷ θεῷ ἀληθινῷ καὶ παντοκράτορι, ὃς διὰ τοῦτό με τετύφλωκεν, ἵνα ὄψωμαι αὐτὸν, καὶ διὰ τοῦτο τὴν ἀκοὴν ἀφείλετό μου, ἵνα ἐν ᾧ τὴν ἀλήθειάν ποτε δι’ ἄγνοιαν κατεγέλων, ἐν αὐτῇ ἀκούσας δέξωμαι· καὶ τοῦτο μὲν ἐνόμιζον ψευδὲς ὑπάρχειν, ὅπερ ἦν ἀληθές. ἐδόκουν δὲ τὸ ἔμπαλιν ἀληθὲς, ὃ ψευδὲς ἐτύγχανεν· τὸ σκότος ἐνόμιζον φῶς, καὶ τὸ φῶς σκότος ὑπελάμβανον. ἀλλ’ ἐκαθαρίσθη ὁ νοῦς μου ἐκ τοῦ μολυσμοῦ τῆς εἰδωλομανίας. ἀληθῶς γὰρ ἐπέγνων τοὺς δαίμονας ἐξαπατῶντας τοὺς ἀνθρώπους, ὅπως τῶν μὴ πιστευόντων τὸν Χριστὸν εἶναι θεὸν κυριεύσωσιν πέτραι καὶ λίθοι κωφοὶ καὶ ἄλαλοι, ὥσπερ κἀμοῦ ἐπεκράτησαν μέχρι τῆς δεῦρο. ταῦτα καὶ τὰ παραπλήσια τούτοις τοῦ Σισιννίου εἰπόντος χαρὰ μεγάλη γέγονεν ἐπίστευσεν γὰρ σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἐπιδεδωκὼς τὸ οἰκεῖον ὄνομα προσεγγίσαντος τοῦ πάσχα ἐβαπτίσθη αὐτὸς καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. ἠριθμήθησαν δὲ οἱ βαπτισθέντες ἄνδρες τε καὶ γυναῖκες σὺν τοῖς νηπίοις τετρακόσιοι εἴκοσι τρεῖς· διὰ τοῦτον δὲ τὸν Σισίννιον πολλοὶ τῶν περιφανῶν καὶ φίλων Νέρουα τοῦ βασιλέως ἐπίστευσαν καὶ πρὸς τὸν θεὸν ἐπεστράφησαν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
