# Clementina Epitome Altera Nunc Primum Edita 176

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/176

Διοικοῦντος τοίνυν Μαμερτίνου τοῦ ἐπάρχου τὸν πολιτικὸν θρόνον στάσις γέγονεν τοῦ Ῥωμαίων δήμου ἐπ’ ὀνόματι τοῦ Κλήμεντος. καὶ πρὸς ἀλλήλους συγχυθέντες ἄλλος ἄλλο κατ’ αὐτοῦ ἔλεγον, τινὲς δὲ ἀντέλεγον· τί γὰρ κακὸν ἔπραξεν, ἢ τί τῶν καλῶν οὐ κατώρθωσεν; ὅστις γὰρ ἄῤῥωστος παρ’ αὐτοῦ ἐπεσκέφθη, ἰάσεως ἔτυχεν· ὅστις πρὸς αὐτὸν λυπούμενος ἀπῆλθεν, χαίρων ἀνεχώρησεν· οὐδένα ποτὲ ἔβλαψεν, πάντας δὲ ὠφέλησεν. ἄλλοι δὲ πνεύματι διαβολικῷ ἐκκαυθέντες ἔκραζον· γοητικαῖς τέχναις ταῦτα ποιῶν τῶν θεῶν ἡμῶν τὴν λατρείαν ἀνατρέπει· τὸν Δία λέγει μὴ εἶναι θεὸν, Ἡρακλέα δὲ τὸν ἡμέτερον φύλακα, ἀκάθαρτον εἶναι λέγει πνεῦμα· Ἀφροδίτην τὴν ὁσίαν, πόρνην γεγονέναι ὑποτίθεται· Ἑστίαν δὲ τὴν μεγάλην θεὰν πυρὶ καταναλῶσθαι βλασφημεῖ. ὡσαύτως δὲ καὶ τὴν εὐαγεστάτην Ἀθηνᾶν, Ἄρτεμίν τε καὶ Ἑρμῆν, ἅμα τε τὸν Κρόνον, καὶ τὸν Ἄρεα διαβάλλει. πάντα τε τὰ ὀνόματα τῶν ἡμετέρων θεῶν καὶ τοὺς ναοὺς καθυβρίζει. ἢ θύσει τοῖς θεοῖς ἡμῶν, ἢ αὐτὸς ἐξαλειφθείη.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
