# Clementina Epitome Altera Nunc Primum Edita 181

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/181

Ἔμαθεν δὲ παρ’ αὐτῶν, ὅτι ἀπὸ μιλίων ἕξ τὸ ὕδωρ ἐπὶ τῶν ἰδίων ὤμων ἐκόμιζον. αὐτίκα οὖν ὁ ἅγιος Κλήμης προετρέψατο αὐτοὺς λέγων· εὐξώμεθα πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα τοῖς ὁμολογηταῖς τῆς πίστεως αὐτοῦ νομὴν ὕδατος διανοίξῃ· καὶ ὁ πατάξας τὴν πέτραν ἐν γῇ ἐρήμῳ τοῦ Σινᾶ, καὶ ἐῤῥύησαν ὕδατα εἰς πλησμονὴν, αὐτὸς ἡμῖν τὸ ἄφθονον νᾶμα παράσχοι, ὅπως τῇ αὐτοῦ χορηγίᾳ εὐφρανθῶμεν. καὶ δὴ τῆς ἱκεσίας πληρωθείσης ἔνθεν κἀκεῖθεν περιεβλέψατο καὶ εἶδεν ἀμνὸν ἑστῶτα, ὃς τὸν δεξιὸν πόδα ἐκούφισεν, οἷα τὸν τόπον τῷ ἁγίῳ Κλήμεντι ὑποδεικνύς. τότε ὁ ἅγιος Κλήμης ἐννοήσας τὸν κύριον εἶναι, ὃν μόνος αὐτὸς τεθέατο καὶ ἕτερος παντελῶς οὐδεὶς, ἐπορεύθη πρὸς τὸν τόπον καὶ εἶπεν· ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κρούσατε ἐν τῷ τόπῳ τούτῳ. καὶ ἐπειδὴ πάντες ἐν κύκλῳ τοῖς σκαπανίοις ἔσκαψαν καὶ οὐκ αὐτὸν τὸν τόπον, ἐν ᾧ ὁ ἀμνὸς ἔστη, λαβὼν μικρὸν σκαλίδιον ὁ ἅγιος ἐλαφρῷ κρούματι τὸν τόπον τὸν ὑπὸ τὸν πόδα τοῦ ἀμνοῦ ἔκρουσεν, ὅθεν παραχρῆμα πηγὴ ὑπερβλυζούσαις ταῖς φλεψὶν εὐπρεπεστάτη ἀνεφάνη, ἥ τις σὺν ὁρμῇ ἐκχυθεῖσα ποταμὸν ἀπετέλεσεν. τηνικαῦτα ὁ ἅγιος Κλήμης πάντων ἀγαλλιωμένων εἶπεν· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
