# Clementina Epitome Altera Nunc Primum Edita 183

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/183

Τηνικαῦτα οὖν ἐπίφθονον διήγημα διέδραμε πρὸς τὸν βασιλέα Τραϊανὸν, ὡς αὐτόθι πρὸς ἀναρίθμητον πλῆθος ὁ τῶν Χριστιανῶν ἐπηυξήθη λαός. καὶ ἀπεστάλη παρ’ αὐτοῦ Αὐφιδιανὸς ὁ ἡγεμὼν, ὅστις πλείστους τῶν Χριστιανῶν διαφόροις βασάνοις ἀνεῖλεν. ὁρῶν δὲ τοὺς πάντας τῷ μαρτυρίῳ μετὰ χαρᾶς προσερχομένους παρεχώρησεν τῷ πλήθει, μόνον δὲ τὸν ἅγιον Κλήμεντα ἐπιθύειν βιαζόμενος. καὶ ἰδὼν οὕτως ἱδρυμένον ἐν κυρίῳ καὶ καθόλου μετατεθῆναι μὴ βουλόμενον λέγει τοῖς δημίοις· λαβόντες ἀπαγάγετε αὐτὸν μέσον τῆς θαλάσσης καὶ δήσατε πρὸς τὸν αὐχένα αὐτοῦ ἄγκυραν σιδηρᾶν καὶ ῥίψατε αὐτὸν ἐν τῷ βυθῷ κάτω, ὅπως μὴ δυνηθεῖεν οἱ Χριστιανοὶ ἀνελέσθαι τὸ σῶμα αὐτοῦ καὶ ἀντὶ θεοῦ σέβεσθαι αὐτόν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
