# Clementina Epitome Altera Nunc Primum Edita 22

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/22

Καὶ μὴ λεγέτω τις· οὐ χρὴ οὖν παραμυθίας καὶ νουθεσίας προσφέρειν τοῖς φαῦλόν τι πράττουσι. φημί· εἰ μὲν ἀνύει τις, προσφερέτω· εἰ δὲ μὴ, τῷ καιρῷ εἰξάτω· ἐγὼ γὰρ οἶδα, ὅτι πάντα καιρὸν ἴδιον ἔχει. διὸ χρὴ τοῖς ἀνθρώποις τοὺς τὴν ψυχὴν ῥωννύντας λόγους πρὸ τῆς κακώσεως ἐπιδιδόναι, ἳνα εἴ ποτε ἐπέλθοι τι φαῦλον, ὁ νοῦς προωπλισμένος ὀρθῷ τῷ λογισμῷ τὸ ἐπενεχθὲν ὑποστῆναι δυνηθῇ. τότε γὰρ αὐτῷ διὰ γνώμης ἀγαθῆς ὄντι παρὰ τὴν ἀκμὴν τοῦ πολέμου οἶδεν ὁ νοῦς συντρέχειν. πάντες μὲν οὖν ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθὲς, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες, μὴ δεόμενοι θείας διδαχῆς, ἐνηδρεύθησαν· τοῦτο ὅπερ πεπόνθασι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ βαρβάρων οἱ σπουδαιότεροι. ἐκ στοχασμῶν γὰρ ἐπιβάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο τὸ ὅπως ποτὲ παραστᾶν αὐτοῖς τοῦτο ἀληθὲς εἶναι νομίσαντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν, παρὰ τῆς αὐτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται· ὅθεν, ὦ φίλε Κλήμη, εἴ γε τὰ τῷ θεῷ διαφέροντα γνῶναι θέλεις παρὰ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδε τὴν ἀλήθειαν· τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
