# Clementina Epitome Altera Nunc Primum Edita 3

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/3

Ἐκ παιδὸς οὖν ἡλικίας ἐν τοῖς τοιούτοις ὢν λογισμοῖς, χάριν τοῦ μαθεῖν τι βέβαιον εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς. καὶ οὐθὲν ἕτερον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεiκίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καί ποτε μὲν ἐπεκράτει, φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ποτὲ δὲ ὅτι θνητή. ὁπότε οὖν ἐπεκράτει λόγος, ὅτι ἀθάνατος ἡ ψυχὴ, ἔχαιρον, ὁπότε δὲ ὅτι θνητὴ, ἐλυπούμην· πλεῖον δὲ ἠθύμουν, ὅτι οὐδ’ ὁποτέρων τις τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδύνατο. πλὴν ἐνενόουν, ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται, καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ, ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφαίνονται, ἔτι μᾶλλον εἰλιγγίων ἐν τοῖς πράγμασι. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον. οὔτε γάρ τι βεβαιῶσαι οἷός τε ἤμην, οὔτε τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἠδυνάμην, καίπερ βουλόμενος, ὡς φθάσας εἶπον, ὅτι ἐμαυτῷ δὲ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντι, οὐκ οἶδ’ ὅπως λανθανόντως μεθ’ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
