# Clementina Epitome Altera Nunc Primum Edita 30

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/30

Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων· τί ἡμῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾷς; ἔφη· γελῶ ὑμῶν τήν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τήν ἀνθρώπου ψυχήν. κἀγὼ ἔφην· οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἡμᾶς ἀπατᾶν ἐπιχειρεῖς, ἀλλ’ ἐκπεπλήγμεθα, τίνι λόγῳ καὶ σεαυτὸν ἀπατᾷς. λέγε ἡμῖν, ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τήν ψυχήν, ἀλλ’ οὖν γε σὺ καὶ ἡμεῖς· σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας· ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες, καὶ τὸ κελευθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἔφη· ἐγὼ μὲν οἶδα, τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε, περὶ τίνων διαλέγεσθε. καὶ ἐγὼ Νικήτης ἔφην· ἐπεὶ οἶδας, λέγε. εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν, σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μὴ, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἡμῖν ὑποψίαν τοῦ νομίζειν σέ τι τῶν ἀπορρήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
