# Clementina Epitome Altera Nunc Primum Edita 32

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/32

Ταῦτα τοῦ Νικήτου εἰπόντος, Ἀκύλας αὐτὸς πάλιν ἔφη· ἐβουλόμην παρά σου τοῦτο μόνον μαθεῖν, ὦ Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοῦς ὅρκους; καὶ ὁ Σίμων ἔφη· κόλασιν γὰρ παρακούσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι γίνονται, καὶ κρίσις πάντως γίνεται. ὥστε ἂν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας ὡς λέγεις, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ’ οἷς ἔδρασας, οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστὶν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ ταῦτα ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ’ αὐτοῦ πραττόμενα σιωπῶμεν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
