# Clementina Epitome Altera Nunc Primum Edita 36

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/36

Καὶ τοῦ Πέτρου ταῦτα εἰπόντος καὶ περὶ τῶν ἔργων τοῦ θεοῦ διδάξαντος, καὶ πόσα παρὰ τοῦ θεοῦ τῷ ἀνθρώπῳ ἐδόθη, καὶ παραινέσαντος πολλὰ περὶ μοναρχίας, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε ὀνομάζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ’ αὐτῶν σοι τῶν βιβλίων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι θέλω· πρότερον περὶ οὗ ἔφης θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην πρόνοιαν, καθ’ ὃ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν. ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν· ὃν δὲ σὺ φῇς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
