# Clementina Epitome Altera Nunc Primum Edita 40

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/40

Καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μή γεύσησθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σύμφωνος τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσι τοῖς ζώοις ἐπιθεὶς τὰ ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διατί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνόματα ἐπέθηκεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πένθος; ἐπ’ αὐτῷ γὰρ πρώτῳ τῷ φονευθέντι ἐπένθησαν οἱ γονεῖς· εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφάς φιμώθητι.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
