# Clementina Epitome Altera Nunc Primum Edita 47

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/47

Κἀγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι· ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτι ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ ἀπεκρινάμην· τὸν εὐσεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν δεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ· ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα εὐσεβεῖν βουλόμενον μὴ θέλειν τοῖς τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα φῇς κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακοῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως· καὶ ὁ Ἀππίων· τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσι καὶ κακοῖς ἐπίστευεν μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς τε καὶ κακοὶ μύθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
