# Clementina Epitome Altera Nunc Primum Edita 51.1

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/51.1

Περὶ δὲ ἑκάστου τῶν λεγομένων θεῶν ὑμῶν τὰς ἀσεβεῖς πράξεις εἰσηγούμενος, τοῦ Διὸς καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ’ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοιεῖτε ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, ἀπ’ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα ὡς λέγετε καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὐτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι, καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσιν. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ. ἰδιώταις περὶ τῶν τοιούτων ὑπολήψεων ἀγανακτεῖν μετρίως εὔλογον. τοῖς δὲ ἐκ παιδείας ὁρμωμένος τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις [θεῶν] ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παῤῥησιάζονται. διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ’ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι’ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῆς οὔσης τῆς ψυχῆς, τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὐτῶν συμφωροῦσι νοῦν· ὅθεν ἐπ’ αὐξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἐστὶν τὰ ἐῤῥιζωμένα ἀσεβήματα. διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς τῶν Ἑλλήνων ἐπακούειν μυθολογίας· πολὺ γὰρ ἀμαθίας χείρονά ἐστι τὰ παρ’ αὐτοῖς μαθήματα· τινὲς δὲ τῶν παρ’ αὐτοῖς πάντα τὰ ἁμαρτήματα ἀδιάφορα λέγουσιν, γελοῖον δὲ οὕτως ὑπολαμβάνειν τοὺς τὰ τοιαῦτα λέγοντας. ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ, οἴκων καταλύσεις, μαγεῖαι, δόλοι, ἀπορίαι καὶ ἄλλα πλείω κακά; ἐνδέχεται γὰρ συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν, καὶ ἀποδραμοῦσαν ἐκ τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ καὶ διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον τὸ κατὰ γαστρὸς φθείραι θέλειν καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συνφθαρῆναι. εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ κατέλιπεν βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ; καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν. ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ, ὧνπερ ἂν ψαύσῃ τῆς ἀφανεστάτης λύσσης μεταδιδοὺς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν. ἐκεῖνο δὲ πάντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τοῦτο τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους τε ἐπὶ τούτων ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μύρια. διὰ τοῦτο ἐγὼ τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ’ ἀξίαν ὧν ἔπραξεν ὅπου δήποτε ἀπολαμβάνει.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
