# Clementina Epitome Altera Nunc Primum Edita 68

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/68

Τῇ μὲν οὖν τετάρτῃ ἡμέρα ἐν Τριπόλει ὁ Πέτρος ἐγερθεὶς καὶ προσευξάμενος συνεκαθέσθη ἡμῖν καὶ ἤρξατο λέγειν· ὁ μέλλων προσιέναι τῷ θεῷ χρὴ νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πράως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις ἢ μὴ ἔχοντα τὰ ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸς εἶναι τῇ καρδίᾳ καὶ ἁγνος τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὒς λέγει ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστός· οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου· φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει, ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι· ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπὸ τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς τὸ ἔσω καὶ τὸ ἔξω καθάραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἔπαινον τῶν ἱστορούντων, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
