# Clementina Epitome Altera Nunc Primum Edita 7

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/7

Καὶ δή ποτέ τις πρὸς αὐτῷ τῷ ἔτει ἐν φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· ἄνδρες Ῥωμαῖοι, ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσι. διὸ μεταβάλλεσθε τὸν τρόπον ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια. γνῶτε ἕνα θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ’ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀΐδιοι γενόμενοι, τῶν ἀποῤῥήτων ἀγαθῶν αὐτοῦ ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, μετὰ τὴν ἐνθένδε ἀποβίωσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσεσθε, ὅπου ἀϊδίως κολαζόμενοι ἀνωφέλητα μετανοήσετε. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει· ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην, ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν· εἰς Ἰουδαίαν πορεύσομαι, ἵνα ἴδω, εἰ οὗτος λέγων ἀληθεύει, ὡς ὅτι υἱὸς θεοῦ ἐπιδεδήμηκεν τῇ Ἰουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων. καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, οὐκ ἔστι μικρόν. ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας, αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας, τὸν αἰῶνα κολασθήσεσθαι.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
