# Clementina Epitome Altera Nunc Primum Edita 76

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/76

Καὶ ὁ Πέτρος ἐπυνθάνετο· οὐδεὶς δέ σου ἀληθῶς πρὸς γένους ὑπάρχει; κἀγω ἀπεκρινάμην· εἰσὶν μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες καίσαρος πρὸς γένους ὄντες. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ αὐτὸς καῖσαρ συγγενίδα συνηρμόσατο γυναῖκα, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοὶ, δύο μὲν πρὸ ἐμοῦ, οἵ καὶ δίδυμοι ὄντες πάνυ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς αὐτὸς ὁ πατὴρ ἔλεγέν μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμυδρὸν αὐτῶν τὸ εἶδος ἀναφέρω ἡ μὲν οὖν μήτηρ μου Ματτιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, τῶν δὲ ἀδελφῶν καὶ αὐτῶν ὁ μὲν Φαυστῖνος ἐκαλεῖτο, ὁ δὲ Φαυστινιανὸς ἐλέγετο. ἐμοῦ οὖν τρίτου ἐπιγεν‐ νηθέντος αὐτοῖς ἡ μήτηρ ὄνειρον ἑωράκει, ὥσπερ ὁ πατήρ μου ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους υἱοὺς αὐτῆς ἐξαυτῆς παραλαβοῦσα τὴν Ῥωμαίων πρὸς ἀποδημίαν ἐξέλθοι πόλιν ἐπὶ ἔτη δέκα, πανολεθρίῳ μόρῳ ἅμα αὐτοῖς ἀποθανεῖν ἔχοι.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
