# Clementina Epitome Altera Nunc Primum Edita 81

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/81

Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δὲ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένγ τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι. νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσι νεκραὶ τυγκάνουσαι. καὶ ὁ Πέτρος ἐπύθετο· τίς ἡ αἰτία τοῦτο σε τὸ χαλεπώτατον πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· ψυχῆς ἀσθένεια, καὶ πλέον οὐθέν· εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ. βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
