# Clementina Epitome Altera Nunc Primum Edita 83

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/83

Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει πεισθεῖσα τοῦ λέγειν ἤρξατο ὅυτως· γένος μὲν καὶ πατρίδα εἰπεῖν, οὐκ οἶμαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καί σοι τί διαφέρει τοῦτο μαθεῖν ἢ μόνην τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωνένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; πλὴν τὰ κατ᾽ἐμαυτὴν, ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνατοῦ τινὸς προσαγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή, καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῷ ἐραστῇ συνθέσθαι, μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχευσαμένη ἐμαυτὴν μιάνω, μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν πολέμον καταστήσω, μήτε ὅλον γένος μέγα ὂν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβάλω· ὡς οὖν ἔφην ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινὰ, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με· τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
