# Clementina Epitome Altera Nunc Primum Edita 84

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/84

Πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος· γύναι, ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινὰ μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν· ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσί σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὅμως οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρὶ αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν, καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν ἐκπαιδεῦσαι τοὺς υἱοὺς μέχρις ἂν, ἔφη, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρός με. ὅμως ἅμα τέκνοις ἡ τάλαινα πλεύσασα ὑπὸ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους νυκτὸς τῆς νηὸς διαλυθείσης ναυαγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥιπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην· ἐφ’, ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τὰ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸν βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε τὴν ψυχὴν μεμεθυσμένην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥαδίως ἐδυνάμην.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
