# Clementina Epitome Altera Nunc Primum Edita 94

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/94

Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην, ἢν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον, ὑπὸ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὥσπερ γὰρ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται, καὶ ὁ φίλος ἀπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἅνευ τοῦ τι θηρᾶσθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην· ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστιν φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει, ἄκουσον. φιλανθρωπία ἐστὶν ἀῤῥενόθηλυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄῤῥεν αὐτῆς ἀγάπη ἡ πρὸς τὸν πλησίον ὠνόμασται, πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος· ἄνθρωπος γάρ ἐστιν καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς, καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι θεοῦ εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι, ἢ κολάζειν, κριτοῦ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπουδάζεις ἔχειν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
