# Clementina Epitome Altera Nunc Primum Edita 95

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/95

Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς μέλλων τότε κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους, τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας, καθ’ ὅ ἀνθρώπους ἠδίκησαν, τιμωρῶ, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων, οὓς ὁ θεὸς ἐδημιούργησεν, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρῖναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ ἀθέμιτα κρύφα διαπραττόμενο, ἐνίοτε δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες, τὰς βασάνους ὑπομείναντες, ὡς ἀθῷοι ἀπελύθησαν, ἕτεροι δὲ ἀθῷοι ὄντες, τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι ὡς αἴτιοι ἐκολάσθησαν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
