# Clementina Epitome Altera Nunc Primum Edita 96.1

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/96.1

Καὶ ὁ Πέτρος λέγει· μετρίως ἔχει καὶ ταῦτα, τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὐπραττόντων, ὧν ποιοῦσιν ἃ μὲν ἴδια αὐτῶν ἐστὶν, ἃ δὲ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμὰρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν εὐεργετεῖσθαι. ἀδύνατον δέ τινι, πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γινόμενα εἰδέναι, ποῖά ἐστιν αὐτοῦ ἴδια, ποῖα δὲ οὐκ εἰσί· πάντα γὰρ δι’ αὐτοῦ γινόμενα βλέπεται. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖ, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων ἃ μὲν ἴδια, ἃ δὲ ἀλλότρια. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν· οὐαὶ δὲ τῷ ἀνθρώπῳ, δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται καὶ δι’ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακὸν, ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακὰ, ἅ τινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται. ἐπεὶ οὖν κρίσις αὕτη θεῷ, ὥσπερ ἐπ’ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθόντα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῇς αἰωνίου καταξιοῦσθαι. οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι’ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεται καὶ πρὸς ἄμυναν ὁρμᾶν. ὁ δὲ διδάσκαλος εἰδὼς, ὅτι. οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσι, καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους, καθ’ ὃ ἄνθρωποί εἰσι καὶ δι’ ἁμαρτίας ὄργανα γινομένους κακίας, ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσι, καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς ἐστὶ τοῖς ἀδικουμένοις, ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσι βοηθῶσιν εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ πλεῖον αὐτοὺς ἁμαρτάνειν ἀναγκάσωσι. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινὶ, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δἰ οὗ καὶ τὸ παθεῖν γίνεται, λογισάμενον ὅτι εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτὸν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν, δι’ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ’ ἔτι μὴν, εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιοῦμεν, παρὰ τὸ πρῶτοι ἢ δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καὶ ὡς ἔφην, οὐ χρὴ ἀγανακτεῖν, ὡς εἰδότας, ὅτι θεοῦ προνοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦνται. οἱ οὖν τοῖς τιμωροῦσι χαλεπαίνοντες, ὡς τοὺς ἀποστόλους θεοῦ ὑβρίζοντες, ἁμαρτάνουσι, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις, διατιθέμενοι αὐτοὺς εἰς τὸν θεὸν οὕτω κελεύσαντα εὐσεβοῦσι. κἀγὼ πρὸς ταῦτα ἀπεκρινάμην· οὐκοῦν οἱ ἀδικοῦντες οὐκ εἰσὶν αἴτιοι, ὅτι κρίσει θεοῦ ἀδικοῦσι τοὺς δικαίους. καὶ ὁ Πέτρος ἔφη· καὶ πάνυ ἁμαρτάνουσι πρὸς τὸ ἁμαρτάνειν ἑαυτοὺς ἀποδεδωκότες. ὅθεν εἰδὼς ἀπ’ αὐτῶν ἐκλέγεται τιμωρεῖν τοὺς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι μεταμεληθέντας δικαίως, ἵνα τοῖς μὲν δικαίοις διὰ τῆς τοιαύτης τιμωρίας τὰ πρὸ τῆς μετανοίας πραχθέντα ἀφεθῇ κακά. τοῖς δὲ τιμωροῦσιν ἀσεβέσιν κακουχεῖν ἐπιθυμοῦσι καὶ μετανοεῖν οὐ θέλουσιν εἰς ἀναπλήρωσιν ἰδίας κολάσεως δικαίους κακουχεῖν συνεχωρήθη. ἄνευ γὰρ τῆς τοῦ θεοῦ βουλῆς οὐδὲ στρουθὸς ἐν παγίδι ἐμπεσεῖν ἔχει. οὕτως δικαίων καὶ αἱ τρίχες τῷ θεῷ ἐναρίθμιοί εἰσι. δίκαιος δέ ἐστιν ἐκεῖνος, ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσι πρόσεστιν ἐκ φύσεως τοὺς φιλοῦντας φιλεῖν· δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδωροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι, ἀδικοῦντας ἐλεεῖν. διὸ καὶ προσαδικεῖσθαι ἀνέχεται, καὶ ὅμως καταρωμένους εὐλογεῖ, τύπτουσι συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον ποθεῖ, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζόμενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ, εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ἀποδεδωκὼς οὕτω δάκειται, [ὅτι] πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσι πένης γίνεται. ἀλλ’ οὐδὲ μὴν ἁμαρτάνοντας τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν, ὡς αὐτὸς ἁμαρτήσας οἶδε τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ· καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα τὰ ἁμαρτήματα αὐτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἑνὶ δὲ λόγῳ, ὁ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλησίον. οὗτος γάρ ἐστι θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄῤῥεν μέρος ἐστὶν οὖσα τῆς φλανθρωπίας, τὸ δὲ ἐλεεῖν θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶ πεινῶντα θρέψαι, καὶ ποτὸν διψῶντι παρασχεῖν, καὶ γυμνὸν ἐνδύσαι, καὶ νοσοῦντα ἐπισκέψασθαι, καὶ ξένον δέξασθαι, τῷ ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, καὶ ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
