# Clementina Epitome Altera Nunc Primum Edita 97

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/97

Ἐγὼ δὲ ἀκούσας ἔφην· ταῦτα μὲν δυνατὸν πράττειν, ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα ἐπήρειαν, οὐκ οἴομαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὀρθῶς ἔφης. ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία πολλοῦ δίδοται. κἀγὼ ἔφην πῶς οὖν σύνεστιν ἐν νῷ λαβεῖν; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ταύτην, ὦ φίλε Κλήμη, λαβεῖν ἐστιν, ἐὰν πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες, οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται· προσέτι δὲ αὐτοὺς ὡς εὐεργέτας σφόδρα ἀγαπήσουσιν. εἰ δὲ ὅλως τοῦ ταύτην λαβεῖν, ὦ φίλε Κλήμη, μήτις ἐστν, οὐ πάρεστι φόβος θεοῦ. ὁ γὰρ θεὸν φοβούμενος τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾷ· τῷ μέν τοι πρὸς θεοῦ φόβῳ τὰ ἀγαπώντων ποιεῖν δύναται, καὶ εἰθ’ οὕτως πράξαντι τὰ ἀγάπης τὸ ἀγαπᾶν ὡς νύμφη οὖσα προσφέρεται ὡς νυμφίῳ τῷ φόβῳ. καὶ οὕτως τοὺς φιλανθρώπους τίκτουσα λογισμοὺς ἀθάνατον τίθησι τὸν κεκτημένον ὡς εἰκόνα θεοῦ ὁμοίαν ὑπὸ φθορᾶς ὑβρισθῆναι μὴ δυναμένην τὴν αὐτοῦ φύσιν. ὁμῶς τὸν τῆς φιλανθρωπίας ἐκθέμενος ἡμῖν λόγον ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
