# Clementina Epitome Altera Nunc Primum Edita 98

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, Section 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-altera-nunc-primum-edita/98

Ὄρθρου δὲ γινομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὐτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἄμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν ἐπὶ τὴν Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτὸν χρόνου ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. κατηντήσαμεν οὖν εἰς Βαλαναίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλταν ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν, τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστι τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.

---

Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg012.local001/.
