# Clementina Epitome Prior Edita Correctior 101

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/101

Ὅμως ἐπεὶ κόρον ἔσχε τοῦ ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος περὶ θεοσεβείας αὐτῇ διελέχθη πρότερον εἰπών· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας πίστεως τὴν ἀκρίβειαν. ἕνα γὰρ θεὸν σέβομεν τὸν πεποιηκότα οὐρανόν τε καὶ γῆν καὶ ὃν ὁρᾶς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον, καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε ἀνεπιλήπτως, καὶ τραπέζης ἐθνικῆς μὴ μετέχειν, διὰ τὸ ἀκαθάρτως αὐτοὺς πολιτεύεσθαι. ὅταν δὲ πείσωμεν αὐτοὺς τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, τοῦ ἱεροῦ βαπτίσματος ἀξιώσαντες ἐν τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε δὴ αὐτοῖς καὶ συναυλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως τὴν στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ θεμιτὸν ἡμῖν. πίστει γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, ἄχρις ἂν τὰ αὐτὰ ἡμῖν φρονῇς καὶ ποιῇς.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
