# Clementina Epitome Prior Edita Correctior 102

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/102

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥτις καὶ πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῷ, ὅτι πολλὰ σχεδὸν καθ’ ἡμέραν θυούσῃ μοι τούτοις ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ με καὶ λέγειν; ὁπότ’ ἂν οὐδὲ πλουτοῦσαν τρυφή με πρὸς τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταῦτα πενία ἐπὶ τοῦτό γε ἐλθεῖν κατηνάγκασεν, ἅτε δὴ τῆς σωφροσύνης ὡς μεγίστου καλοῦ ἀντιποιουμένης μου, ἧς ἕνεκα καὶ εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ’ οὐδέ σε οἶμαι, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται· ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἐκδίδωμι. ἀλλὰ μηδὲ νῦν κακουχίας ἀπηλλάχθαι νομίσῃς μου τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἀναγνώρισιν· ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο μου τέκνων ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. λυπεῖ γὰρ ἡμᾶς οὐ τοσοῦτον τὸ ἐν τῇ θαλάσσῃ τούτους παραπολέσθαι, ὅσον τὸ χωρὶς τῆς εἰς θεὸν εὐσεβείας διαφθαρῆναι μετά γε τῶν ψυχῶν αὐτοῖς καὶ τὰ σώματα. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύνευνος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ζήτησιν ἐκβὰς τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ καὶ αὐτὸς ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν· ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα ἠγαπημένων αὐτῷ στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διαπεφώνηκε.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
