# Clementina Epitome Prior Edita Correctior 104

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/104

Καὶ ὁ Νικήτης αὐτίκα τὸν λόγον ἀναλαβὼν οὕτως ἔφη· ἡμῖν, ὦ μῆτερ, ὡς οἶσθα, τοῦ πλοίου κατὰ τὴν νύκτα διαῤῥαγέντος ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν οὐ δεδοικότες ἡμᾶς ἀνελόμενοι καί τινι ἐνθέμενοι σκάφει, ἔπειτα δὲ καὶ κώπαις χρώμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ σφόδρα συνεχομένους ἡμᾶς τῷ λιμῷ, πρὸς δὲ καὶ περιδεεῖς ὄντας, μή τι καὶ προπετὲς καὶ τῶν αὐτοῖς οὐ δοκούντων φθεγξώμεθα, ἐκεῖνοι τὰ ὀνόματα ἡμῶν διαμείψαντες εἰς δουλείαν ἀθλίως ἀπέδοντο. γυνὴ δέ τις ἡμᾶς Ἰουδαίοις προσήλυτος ἀξιόλογος πάνυ ὄνομα Ἰούστα ὠνησαμένη ἐν τέκνων ἐφύλαττε μοίρᾳ καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ γενόμενοι ἐφ’ ἡλικίας ἔμφρονες καὶ τὴν θρησκείαν ἠγαπήσαμεν καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνατῶς ἔχωμεν. ἠκριβώσαμεν δὲ καὶ τὰ φιλοσόφων, ἐξαιρέτως τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα καὶ μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
