# Clementina Epitome Prior Edita Correctior 111

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/111

Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν, καθίσας αὐτὸς καὶ ἡμᾶς δὲ παρακαθεσθῆναι κελεύσας ὑφηγεῖτο, τίνι λόγῳ προπέμψας ἡμᾶς απὸ τοῦ βαπτίσματος αὐτὸς βραδύνας ἐπῆλθε. τὴν δὲ αἰτίαν ἔλεγεν εἶναι τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησὶν, ἀποστῆναί μου, γέρων τὶς συνῄει περίεργος, κλέπτων ἑαυτὸν καὶ βουλόμενος ὁρᾶν, αὐτὸς μὴ ὁρᾶσθαι. καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγησε, πρὸς τὸ ἰδεῖν τί ἂν καὶ πράττοιμεν εἰς τὸν σκεπεινὸν τόπον γενόμενοι, λάθρα ἐκβὰς ἠκουλούθησεν. εἶτα ἐν εὐκαίρῳ τόπῳ μοι προσελθὼν καὶ προσαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν ἐθέλων ᾐδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπήνῃς. νῦν δὲ τὰ δοκοῦντα ἐμοὶ ἀληθῆ λέγω, εἰ βούλει. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν, ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπεί περ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
