# Clementina Epitome Prior Edita Correctior 116

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/116

Κἀγὼ ἀπεκρινάμην· καὶ πῶς ἄρα γινώσκεις, ὅτι ἡ φυγοῦσα, ἐπ’ ἀλλοδαπῆς γενομένη τὸν δοῦλον ἔγημε καὶ γήμασα ἐτελεύτησε; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐκ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον· ἀλλὰ μετὰ τὴν ἐκείνης ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς πάντα μοι τὰ κατὰ τὸν αὐτῆς ἔρωτα διηγήσατο, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἐβουλήθη μιάναι τὴν κοίτην· καὶ πῶς βουλομένη καὶ αἰδουμένη πάλιν αὐτόν τε καὶ τὸν ψόγον ἡ τάλαινα· οὐκ ἔστι γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα καὶ πάσχειν καὶ ποιεῖν ἠναγκάζετο· ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγε γὰρ αὐτὴν εἰρηκέναι, ὅτι ὄναρ αὐτῇ τις ἐπιστὰς ἐκέλευσεν ἐξ αὐτῆς ἅμα τέκνοις τῆς Ῥωμαίων ἐκβῆναι πόλεως· ὁ δὲ ἀνὴρ σώζεσθαι ταύτην σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα παιδευθησομένους αὐτοὺς εἰς τὰς Ἀθήνας ἐξέπεμψε σὺν μητρὶ καὶ δούλοις· τρίτον δὲ υἱὸν ἔχων παρ’ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος ἐν ὀνείρῳ συνεῖναι αὐτῷ ἐπιτρέψαντος· πολλοῦ οὖν παρεληλυθότος χρόνου ὡς οὐκ ἔλαβε γράμματα παρ’ αὐτῆς, αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτατον ὄντα ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμνον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν. καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς Ῥώμης, καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας ἐγενόμεθα μέρη. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἐκεῖνος μὲν ἀθυμῶν ἐτελεύτησεν· ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν τροφὰς ἔκτοτε καὶ εἰς δεῦρο πορίζομαι.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
