# Clementina Epitome Prior Edita Correctior 124

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/124

Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος· τί οὖν ἐστι τὸ κωλύον συνθέσθαι σε τῇ ἡμετέρᾳ πίστει; οὔτε γὰρ ἀσχολίαις ἀγορασμῶν, οὔτε πράξεων, οὔτε γεωργιῶν, οὐ φροντίδων, οὐδενί τούτων κατέχῃ. δύνασαι δὲ νοεῖν ὡς οὐκ αὐτομάτως ἐγένετό τι τῶν ὄντων, οἷα προνοίας οὐκ οὔσης. καὶ τούτου δεῖγμα σαφέστατον τὰ περί σε καὶ τὰ σὰ τέκνα καὶ τὴν γυναῖκα γεγενημένα. εἰ γὰρ παρά σοι ὄντες καὶ εἰς δεῦρο ἐτύγχανον, οὐκ ἂν τὸν τῆς εὐσεβείας λόγον ἐδέξαντο, οὐκ ἂν ἐπιγνῶναι τὴν ἀλήθειαν ἠδυνήθησαν. διὰ τοῦτο μετὰ τῆς ἀποδημίας καὶ ναυάγιον ᾠκονομήθη, καὶ πικροῦ θανάτου ὑπόνοια, προσέτι δὲ καὶ ἡ περὶ τὰ Ἑλληνικὰ τούτων ἄσκησις, ἵν’ ὡς πρότερον αὐτὰ παιδευθέντες, εἶτα μεταβαλόντες πρὸς τὴν εὐσέβειαν, δυνατοὶ ὦσιν ἑτοίμως αὐτὰ καὶ μετὰ πολλῆς ἀνασκευάζειν τῆς εὐκολίας, καὶ ἅ κακῶς τηνικαῦτα κατὰ τῆς εὐσεβείας προυβάλλοντο, τούτοις καλῶς ὑπὲρ αὐτῆς καὶ ἐν καιρῷ τῷ προσήκοντι χρήσαιντο· εἴσῃ δὲ σαφῶς καὶ αὐτὸς ἀπό γε τοῦ μακροῦ τούτου ἀναγνωρισμοῦ, καὶ ὧν μεταξὺ σαφῶς ἡ πρόνοια περί σε ᾠκονόμησεν, ὡς ἄρα οὐδὲν τῶν γινομένων αὐτομάτως οὕτως καὶ εἰκῆ γίνεται, ἀλλ’ ἐκείνη ἐστὶν ἡ ἐφεστῶσα καὶ τόδε τὸ πᾶν συγκρατοῦσα διηνεκῶς καὶ συνέχουσα, εἰ καὶ τὰ πολλὰ τὴν διάνοιαν ὑπερβαίνει τὴν ἡμετέραν.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
