# Clementina Epitome Prior Edita Correctior 127

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/127

Καὶ ὁ πατὴρ ἐπαινέσας τὰ εἰρημένα πρὸς τὸν Πέτρον φησίν· ἀλλ’ ὦ κύριέ μου, καὶ τοῦτόν μοι τὸν λόγον σαφήνισον μέμνημαι γὰρ εἰρηκότος μοι Κλήμεντος, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη πρὸς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως ἐστίν. ἃ γὰρ ἄνθρωποι κτώμεθα τοῦ πλείονος ἐφιέμενοι εἴτε ἱμάτια, φημὶ, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, οὐ καλῶς πάντως ποιοῦντες κτώμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν ὡς μικρῷ πρόσθεν ὑμῖν εἴρηκα. εἰ γὰρ ἐν πᾶσι τὰ κτήματα προξενεῖν οἶδε τοῖς ἔχουσιν ἁμαρτήματα, ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· καὶ δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστὶν, ὡς ἔφην, τὸ μηδὲν ἔχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ κατὰ τὸ δοκοῦν θεῷ πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίρους ὑπομένοντες τιμωρίας αἰωνίων ἀπαλλαγῶσι κολάσεων. καὶ ὁ πατήρ· τί δαὶ, οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; εἶτα παρὰ τοῦτο καὶ αὐτοὺς τῆς τῶν σωζομένων εἶναι μερίδος φήσομεν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ πενία, ὧν μὴ προσῆκεν ὀρεγομένη, ἐπεὶ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ μακαρίζων τοὺς πτωχοὺς μακάριοι οἱ πτωχοὶ, ἔφη, τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἔχω τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
