# Clementina Epitome Prior Edita Correctior 13

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/13

Ἐμοῦ δὲ λίαν τῆς ἐκείνου γλώττης κρεμαμένου καὶ σφοδρῶς ἐγκειμένου καὶ οὐκ ἀνιέντος, ἀλλὰ τὴν λοιπὴν ἀπαιτοῦντος διδασκαλίαν καὶ λέγοντος· σὺ μόνον οὓς ἥκουσας τοῦ φανέντος θεοῦ ἐκτίθου μοι λόγους, κἀγὼ τῷ ἐμῷ λόγῳ κοσμήσας τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, εἶφ’ οὕτως καὶ ἐντὸς ὀλίγων ἡμερῶν συνεκπλεύσω σοι· λίαν γὰρ ποθῶ παρὰ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον, τάχα δὲ καὶ συνοκήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον, αὐτὸς τούτων ἀκούσας εὐθὺς ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον ἐθέλεις, ἐξαυτῆς μοι, φησὶ, σύμπλευσον· εἰ δὲ μὴ βούλει, ἀλλὰ τὰ σημεῖα τῆς οἰκήσεως μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον γνωριῶ, ἴνα ὅτε καὶ βούλει παραγενόμενος εὕρῃς ἡμᾶς. ἐγὼ γὰρ αὔριον ἐπὶ τὰ ἐμαυτοῦ πορεύσομαι. καὶ δὴ ἀδυσώπητον οὕτως ἰδῶν τὸν Βαρνάβαν συνῆλθον αὐτῷ μέχρι καὶ τοῦ λιμένος, καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων φημὶ πρὸς αὐτὸν, ὡς εἰ μὴ αὔριον ἔμελλον ἀπαιτῆσαί τι τῶν ὀφειλομένων μοι, ἐξαυτῆς ἂν καὶ συνέπλεον σοι· πλὴν ἀλλὰ τάχιόν σε καταλήψομαι. ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον μετὰ λύπης, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
