# Clementina Epitome Prior Edita Correctior 139

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/139

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὀξὺς ὢν εἰς τὸ νοῆσαι Φαῦστος οἶδα, ἔφη, κύριέ μου, τί βούλεται τὰ ῥήματα ταῦτα. διὸ μὴ κάμνε. μελήσει γάρ μοι ἐκεῖσε γενομένῳ διατελέσαι τὸ προσταττόμενον. καὶ δῆτα ὑπὸ νύκτα ὁ πατήρ μεθ’ ὧν ἐκέλευσε Πέτρος τῆς πόλεως ἐξορμήσας ἐπὶ τὴν πλησίον Ἀντιοχείαν ἦλθε. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἴρηκε πρὸς τὸ πλῆθος· ἐγὼ Σίμων, ἐγὼ ταῦτα ὑμῖν κηρύσσω καὶ ὁμολογῶ, ἀδίκως καταψεύσασθαι Πέτρου. οὔκ ἐστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ ἔλεγον. δέομαι ὑμῶν ἐγὼ αὐτὸς ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς· παύσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν οὗτος ἀπόστολος. διὸ καὶ αὐτὸς ἐγὼ σύμβουλος ὑμῖν τά γε πρὸς σωτηρίαν τὴν ὑμετέραν καθίσταμαι καὶ παραινῶ πείθεσθαι τούτῳ, καὶ πιστεύειν τῷ ὑπ’ αὐτοῦ κηρυσσομένῳ θεῷ· ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται, καὶ ὑμεῖς σὺν αὐτῇ. ὅτου δὲ χάριν εἴρηκα ταῦτα, καὶ τοῦτο ὑμᾶς εἰδέναι βούλομαι. ταύτῃ γὰρ τῇ νυκτὶ άγγελοί με θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν, ὡς ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης· ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ μοι τὰ κακῶς πεπραγμένα μοι συγχωρηθῆναι.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
