# Clementina Epitome Prior Edita Correctior 142

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/142

Τῇ δὲ ἐπιούσῃ ὀρθριώτερον πάλιν ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος μετακαλεῖται σὺν ἡμῖν τὸν πατέρα καὶ σήμερον, ὦ ἀδελφοὶ, λέγει, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ἦν ὕδατα πολλά τε καὶ καθαρὰ, καὶ μόνον τὸν πατέρα λαβὼν ἰδίᾳ, κατηχήσας τε πολλά καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἄρτον λαβὼν, εὐχαριστήσας τε καὶ εὐλογήσας τῶν ἱερῶν αὐτῷ κοινωνεῖ μυστηρίων. καὶ ἦμεν ὁμοῦ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ νύκτα τε καὶ μεθ’ ἡμέραν ἐπί τε τῇ τοῦ πατρὸς διὰ τοῦ θείου πνεύματος ἀναγεννήσει, καὶ τῇ ἀκροάσει τῶν Πέτρου λογίων. χρόνον οὖν τινα ἐπὶ τὸ αὐτὸ διαγαγόντων ἡμῶν, πᾶσι δῆλα κατέστη τὰ καθ’ ἡμᾶς, καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασι, καὶ πάντες ἐθαύμαζον ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν ἐμεγάλυνον.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
