# Clementina Epitome Prior Edita Correctior 143

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, Section 143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/clementina-epitome-prior-edita-correctior/143

Τῆς φήμης οὖν πανταχόσε διαθεούσης ὁ τῆς Ἀντιοχέων ἡγεμὼν πάντα τὰ συμβεβηκότα ἐπί τε τῷ πατρὶ καὶ τῇ μητρὶ γνοὺς, καὶ ὅτι Καίσαρι κατὰ γένος προσήκουσιν, ἀναφέρει ταῦτα τῷ Τιβερίῳ. καὶ ὁ βασιλεὺς ἀκούσας κελεύει, τὸ τάχος ἀναπεμφθῆναι αὐτοὺς εἰς Ῥώμην. ὃ καὶ γέγονε. καὶ μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας ὁ ἡγεμὼν ἐξ Ἀντιοχείας πρὸς τὸν Καίσαρα Τιβέριον αὐτοὺς ἀποστέλλει. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς ἐξέστη ἐπὶ τούτῳ, καὶ περιφὺς αὐτοῦ τῷ τραχήλῳ θερμῶς ἔκλαιεν. ἐπισχὼν δὲ τοῦ πένθους, πρὸς τὴν σύγκλητον ἀποβλέψας συγχάρητέ μοι, ἔφη, πάντες καὶ κοινὴν ἑορτὴν ποιησώμεθα τὴν ἀνεύρεσιν Φαύστου καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. εἶτα καὶ εὐωχηθεὶς μετ’ αὐτῶν καὶ χρήματα πολλὰ χαρισάμενος ἔτι δὲ καὶ παῖδας καὶ παιδίσκας εἰς ὑπηρεσίαν αὐτοῖς δεδωκὼς, θεραπείᾳ πλείστῃ καὶ τιμῇ περιέβαλεν. οἳ καὶ χρόνον οὔτι βραχὺν ἐν Ῥώμῃ διῆγον, εὐσεβῶς μὲν βιοῦντες καὶ πένησι τὰ ἑαυτῶν χορηγοῦντες καὶ πᾶσαν ἄλλην ἀρετὴν μετερχόμενοι, ἕως ἐν γήρει καλῷ τὰ ἐνταῦθα λιπόντες τὴν Χριστοῦ βασιλείαν ἠλλάξαντο, ἀρχέτυπον βίου καὶ παράδειγμα πρὸς ἀρετὴν ἀκριβέστατον τὸν ἑαυτῶν βίον τῇ Ῥωμαίων παρασχόμενοι πολιτείᾳ.

---

Clemens Romanus, Clementina Epitome Prior Edita Correctior, ed. Albert Dressel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg011.local001/.
